Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος
  2. Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
  3. πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
  4. γόνατος κονίαισιν ἐρειδομένου
  5. διακναιομένης τ᾽ ἐν προτελείοις
  6. κάμακος θήσων Δαναοῖσι
  7. Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν
  8. ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:
  9. οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων[*](ὑποκαίων Casaubon: ὑποκλαίων codd.)
  10. οὔτε δακρύων ἀπύρων ἱερῶν
  11. ὀργὰς ἀτενεῖς παραθέλξει.
  12. ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ
  13. τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
  14. μίμνομεν ἰσχὺν
  15. ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
  16. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
  17. ἐντὸς ἀνᾴσσων[*](ἀνᾴσσων Hermann: ἀνάσσων codd.)
  18. ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,
  19. τό θ᾽ ὑπέργηρων[*](τό θ̓ ὑπέργηρων Fa: τίθιπεργήρως M: τόθιπεργήρως B Fl) φυλλάδος ἤδη
  20. κατακαρφομένης τρίποδας μὲν ὁδοὺς