Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
- ἤρεικον:[*](ἤρειπον Fa) αἱ δὲ κεροτυπούμεναι[*](κεροτυπούμεναι Wasse: κερωτυπον́μεναι codd.) βίᾳ
- χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ,
- ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.
- ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
- ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
- ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις.[*](ναυτικοῖς τ᾽ ἐρειπίοις Auratus: ναυτικῶν τ᾽ ἐριπίων codd.)
- ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος
- ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο
- θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
- τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽[*](ναυστολοῦσ᾽ Casaubon) ἐφέζετο,
- ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
- μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
- ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες,
- λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
- ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
- στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
- καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,
- λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;[*](τί μήν Linwood: τί μή codd.)
- ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽[*](ταὔτ᾽ Stanley: ταῦτ᾽ codd.) ἔχειν δοξάζομεν.