Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
- πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
- εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
- καὶ ζῶντα[*](καὶ ζῶντα] fortasse χλωρόν τε καὶ βλέποντα ex Hesychii gloss. Toup) καὶ βλέποντα, μηχαναῖς Διός,
- οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
- ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
- τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
- τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽
- ἐς τὸ πᾶν ἐτητύμωσ—
- μή τις ὅντιν᾽ οὐχ ὁρῶ-
- μεν προνοίαισι τοῦ πεπρωμένου
- γλῶσσαν ἐν τύχᾳ νέμων;—
- τὰν δορίγαμβρον ἀμφινει-
- κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως
- ἑλένας, ἕλανδρος, ἑλέπτολις,
- ἐκ τῶν ἁβροτίυων[*](fort. ἁβροπήνων Salmasius)
- προκαλυμμάτων ἔπλευσε
- ζεφύρου γίγαντος αὔρᾳ,
- πολύανδροί τε φεράσπιδες
- κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν[*](πλατᾶν Heath: πλάταν codd.) ἄφαντον