Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
  2. ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
Κῆρυξ
  1. εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
  2. γλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν.
  3. ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει
  4. στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
  5. πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
  6. πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
  7. ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
  8. δίλογχον ἄτην, φοινίαν ξυνωρίδα:
  9. τοιῶνδε μέντοι πημάτων σεσαγμένον[*](σεσαγμένον Schütz: σεσαγμένων codd.)
  10. πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων.
  11. σωτηρίων δὲ πραγμάτων εὐάγγελον
  12. ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
  13. πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων
  14. χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;[*](Ἀχαιοῖς ... θεῶν Dobree: Ἀχαιῶν ... θεοῖς codd.)
  15. ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
  16. πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην
  17. φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
  18. ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά.