Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορός
  1. αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
  2. τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
  3. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,
  4. εἰ νόστιμός τε[*](τε Hermann: γε codd.) καὶ σεσωσμένος πάλιν
  5. ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
Κῆρυξ
  1. οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
  2. ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορός
  1. πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;[*](chori vv. in codd. Klyt. tribuuntur.)[*](τύχοις Porson: τύχῃς codd.)
  2. σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κῆρυξ
  1. ἁνὴρ[*](ἁνὴρ Hermann: ἀνὴρ codd.) ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
  2. αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
Χορός
  1. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
  2. ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
Κῆρυξ
  1. ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ:
  2. μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορός
  1. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
  2. φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κῆρυξ
  1. οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς,
  2. πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.