Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ
- ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
- ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
- θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
- καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι[*](σέ μοι Wieseler: σ᾽ ἐμοὶ codd.) λέγειν;
- ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
- ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
- σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ
- γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
- ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
- πύλας ἀνοῖξαι;—ταῦτ᾽ ἀπάγγειλον πόσει:
- ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει:
- γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν
- οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα
- ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
- καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον
- οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
- οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
- ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
- τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων[*](Klytaemestrae dedit Hermann: Κη praefixit M)