Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μέγας ἀντίδικος,
- Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,
- διθρόνου Διόθεν καὶ δισκήπτρου
- τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
- στόλον Ἀργείων χιλιοναύτην
- τῆσδ᾽ ἀπὸ χώρας
- ἦραν, στρατιῶτιν ἀρωγὴν,
- μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
- τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις[*](fort. ἐκπάγλοις Blomfield)
- ἄλγεσι παίδων ὕπατοι λεχέων
- στροφοδινοῦνται
- πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
- δεμνιοτήρη
- πόνον ὀρταλίχων ὀλέσαντες:
- ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων
- ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
- γόον ὀξυβόαν τῶνδε μετοίκων
- ὑστερόποινον
- πέμπει παραβᾶσιν Ἐρινύν.
- οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων