Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει:
  2. ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
  3. ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις:[*](ποτώμενα Weil)
  4. “Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος
  5. θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
  6. δόμων ἐπασσάλευσαν ἀρχαῖων[*](δόμων ... ἀρχαίων Hartung: δόμοις ... ἀρχαῖον codd.) γάνος.”
  7. τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
  8. καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται
  9. Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.
Χορός
  1. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι:
  2. ἀεὶ γὰρ ἥβη[*](ἥβη Margoliouth: ἡβᾷ codd.) τοῖς γέρουσιν εὖ μαθεῖν.
  3. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
  4. εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα
  1. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
  2. ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
  3. φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
  4. καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία
  5. πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
  6. ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
  7. λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.