Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
  2. μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
  3. σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
  4. στένοντες, †οὐ λαχόντεσ†[*](οὐ λαχόντες corruta: fortasse ἀσχάλλοντες Margoliouth (qui quidem στένοντας ἀσχάλλοντας legit) vel οὐ κλαίοντες Jacob) ἤματος μέρος;
  5. τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
  6. εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.
  7. ἐξ οὐρανοῦ δὲ[*](δὲ Pearson: γὰρ codd.) κἀπὸ γῆς λειμώνιαι
  8. δρόσοι[*](δρόσοι non mutandum) κατεψάκαζον, †ἔμπεδον[*](corrutio latet: fortasse ante ἔμπεδον versus excidit) σίνος
  9. ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
  10. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
  11. οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
  12. ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
  13. κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—
  14. τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος:
  15. παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
  16. τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
  17. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
  18. τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
  19. καὶ πολλὰ χαίρειν ξυμφορὰς[*](ξυμφορὰς Blomfield: συμφοραῖς codd.) καταξιῶ.
  20. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ