Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
  2. τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
  3. αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
  4. διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.
Χορός
  1. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ
  1. χαίρω <γε>:[*](γε add. Enger (τεθνᾶναι codd.)) τεθνάναι δ᾽ οὐκέτ᾽[*](οὐκέτ᾽ Fa: οὐκ Fl) ἀντερῶ θεοῖς.
Χορός
  1. ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
Κῆρυξ
  1. ὥστ᾽ ἐνδακρύειν[*](ἐκδακρύειν Fa) γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
Χορός
  1. τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.[*](ἴστε Fl)
Κῆρυξ
  1. πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός
  1. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.[*](πεπληγμένοι Tyrwhitt: πεπληγμένος codd.)
Κῆρυξ
  1. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
Χορός
  1. ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽>[*](μ᾽ add. Scaliger) ἀναστένειν.
Κῆρυξ
  1. πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν;[*](φρενῶν Hermann: στρατῷ codd.: πόλει Kennedy: λεᾠ Heimsoeth)
Χορός
  1. πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
  1. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
  1. ὡς[*](ὡς Scaliger: ὧν codd.) νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ
  1. εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
  2. τὰ μέν τις ἂν[*](ἂν Auratus: εὖ codd.) λέξειεν εὐπετῶς ἔχειν,
  3. τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν