Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον
  2. Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
  3. ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
  4. στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
  5. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
  6. σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,
  7. εἴ που[*](εἴ που Auratus: ἦπου codd.) πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι
  8. δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
  9. ἥκει γὰρ ὑμῖν[*](ὑμῖν] ἡμῖν Fl) φῶς ἐν εὐφρόνῃ φέρων
  10. καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
  11. ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
  12. Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
  13. Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
  14. βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα,
  15. καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
  16. τοιόνδε[*](τοιοῦδε Fl 538–550 chori vv. Klytaemestrae dant codd.) Τροίᾳ περιβαλὼν ζευκτήριον
  17. ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
  18. ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
  19. τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις
  20. ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.