Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- κλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις
- πηλοῦ ξύνουρος διψία κόνις τάδε,
- ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
- ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
- ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων:
- τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον:
- εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
- ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
- αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
- ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
- δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
- πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
- οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
- θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
- νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος,
- ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ,
- τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη:
- ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽[*](ἦσθ᾽ Askew: ἦλθες Fa: ἦλθ᾽ (ες surascripto) Fl) ἀνάρσιος:
- νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,[*](καὶ παιώνιος Dobree: καὶ παγώνιος Fl: κἀπαγώνιος Fa)
- ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺς