Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
  2. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
  3. φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
  4. πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
  5. ἰοὺ ἰού.
  6. Ἀγαμέμνονος γυναικὶ σημαίνω[*](σημαίνω M: σημανῶ recc.) τορῶς
  7. εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
  8. ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
  9. ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
  10. ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων[*](ἀγγέλλων V Fa: ἀγγέλων M) πρέπει:
  11. αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
  12. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
  13. τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
  14. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
  15. ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
  16. τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας
  17. βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,
  18. σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ
  19. μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Χορός
  1. δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου[*](Πριάμου V Fl Fa: Πριάμῳ M)