Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
- κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
- φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
- τοιοίδε τοί μοι[*](τοιοίδε τοί μοι Schütz: τοιοίδ᾽ ἕτοιμοι B Fa) λαμπαδηφόρων νόμοι,[*](Versus 312–1067 e Med. cod. exciderunt: 312–348 testantur B Fl Fa, 349–1067 soli Fl Fa)
- ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
- νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
- τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω
- ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
- θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
- λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
- διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις[*](λέγοις Fa Fl: λέγεις B) πάλιν.
- Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
- οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
- ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας[*](ἐγχέας Canter: ἐκχέας codd.) ταὐτῷ κύτει
- διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις.
- καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
- φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
- οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
- ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
- παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου