Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω;
Χορός
  1. χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμήστρα
  1. εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
  1. τί γὰρ τὸ πιστόν;[*](τί γὰρ τὸ πιστόν; Prien: τί γάρ; τὸ πιστὸν M) ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
  1. ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
  1. πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ[*](εὐπιθῆ Blomfield: εὐπειθῆ ex εὐειθεῖ factum M) σέβεις;
Κλυταιμήστρα
  1. οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορός
  1. ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
  1. παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
Χορός
  1. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
  1. τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
Χορός
  1. καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
Κλυταιμήστρα
  1. Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
  2. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου[*](ἀγγάρου ex Etym. Mag. Center: ἀγγέλου codd.) πυρὸς
  3. ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
  4. Λήμνου: μέγαν δὲ πανὸν[*](πανὸν ex Athen. (xv. 700 E) Casaubon; φανὸν codd.) ἐκ νήσου τρίτον
  5. Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
  6. ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
  7. ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
  8. πέμπει[*](πέμπει Enger: πεύκη codd. alii πεύκη τὸ emendant: ἐπέσυτο Koch; fort. ἐπᾶλτο) τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,