Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
  2. Δίκα δὲ τοῖς μὲν παθοῦ-
  3. σιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον <δ᾽>[*](δ᾽ add. Elmsley: post μέλλον habent τὸ δὲ προκλύειν m B G Fl, eiecit Fa)
  4. ἐπεὶ γένοιτ᾽[*](ἐπεὶ γένοιτ᾽ recc.: ἐπιγένοιτ᾽ M) ἂν κλύοις: πρὸ χαιρέτω:[*](πρὸ χαιρέτω H. L. Ahrens: προχαιρέτω codd.)
  5. ἴσον δὲ τῷ προστένειν.
  6. τορὸν γὰρ ἥξει σύνορθρον[*](σύνορθρον Wellauer: σύνορθον M: σύναρθρον Fl Fa) αὐγαῖς.[*](αὐγαῖς Hermann: αὐταῖς codd.)
  7. πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις,[*](εὖ πρᾶξις Lobeck: εὔπραξις codd.) ὡς
  8. θέλει τόδ᾽ ἄγχιστον Ἀπίας
  9. γαίας μονόφρουρον ἕρκος.
Χορός
  1. ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
  2. δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
  3. γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
  4. σὺ δ᾽ εἴ τι[*](εἴ τι Auratus: εἴτε codd.) κεδνὸν εἴτε μὴ πεπυσμένη
  5. εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
  6. κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
  1. εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
  2. ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
  3. πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
  4. Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
  1. πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.