Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. παρ᾽ οὐδὲν αἰῶνα παρθένειον τ᾽
  2. ἔθεντο φιλόμαχοι βραβῆς.
  3. φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν
  4. δίκαν χιμαίρας ὕπερθε βωμοῦ
  5. πέπλοισι περιπετῆ παντὶ θυμῷ
  6. προνωπῆ
  7. λαβεῖν ἀέρ-
  8. δην, στόματός τε καλλιπρῴ- ρου φυλακᾷ[*](φυλακᾷ Blomfield: φυλακὰν codd.) κατασχεῖν
  9. φθόγγον ἀραῖον οἴκοις,
Χορός
  1. βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.
  2. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα
  3. ἔβαλλ᾽ ἕκαστον θυτή-
  4. ρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ,
  5. πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν
  6. θέλουσ᾽, ἐπεὶ πολλάκις
  7. πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους
  8. ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ[*](ἀγνᾷ . . . αὐδᾷ recc.: ἁγνὰ ... αὐδὰ M) πατρὸς
  9. φίλου τριτόσπονδον εὔποτμον
  10. παιᾶνα[*](παιᾶνα Hartung: αἰῶνα codd.) φίλως ἐτίμα.
Χορός
  1. τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω: