Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. βαρεῖα δ᾽, εἰ
  2. τέκνον δαΐξω, δόμων ἄγαλμα,
  3. μιαίνων παρθενοσφάγοισι
  4. ῥείθροις[*](ῥείθροις Fa: ῥεέθροις M: fort. ῥοαῖς Schömann πρὸ βωμοῦ Lindau: βωμοῦ πέλας codd.) πατρῴους χέρας πρὸ βωμοῦ.
  5. τί τῶνδ᾽ ἄνευ κακῶν,
  6. πῶς λιπόναυς γένωμαι
  7. ξυμμαχίας ἁμαρτών;
  8. παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ-
  9. γᾷ περιόργῳ σφ᾽[*](περιόργῳ σφ᾽ Bamberger: περιόργως codd.) ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”
Χορός
  1. ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
  2. φρενὸς πνέων δυσσεβῆ τροπαίαν
  3. ἄναγνον, ἀνίερον, τόθεν
  4. τὸ παντότολμον φρονεῖν μετέγνω.
  5. βροτοὺς[*](βροτοὺς Spanheim: βροτοῖς M) θρασύνει γὰρ αἰσχρόμητις
  6. τάλαινα παρακοπὰ πρωτοπήμων.
  7. ἔτλα δ᾽ οὖν θυτὴρ γενέ-
  8. σθαι θυγατρός, γυναικοποί-
  9. νων πολέμων ἀρωγὰν
  10. καὶ προτέλεια ναῶν.
Χορός
  1. λιτὰς δὲ καὶ κληδόνας πατρῴους