Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,
- φρουρᾶς ἐτείας μῆκος, ἣν[*](ἣν Fl V Fa: δ᾽ ἦν M) κοιμώμενος
- στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
- ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
- καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
- λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
- [ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].[*](seclusit Pauw)
- καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
- αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
- ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ
- γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
- εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
- εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
- ἐμήν:[*](ἐμήν suspectum: τί μήν: Hermann, sed vide 1231–2) φόβος γὰρ ἀνθ᾽ ὕπνου[*](ἀνθ᾽ ὕπνου] ἀντίνους Wecklein) παραστατεῖ,
- τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:
- ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
- ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
- κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
- οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.[*](fort. δεσποτουμένου Dübner)
- νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων