Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σὺ δ᾽ ἐξορίνας νηπίοις[*](νηπίοις Jacob: ἠπίοις codd.) ὑλάγμασιν
  2. ἄξει: κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ.
Χορός
  1. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει,
  2. ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας[*](τῷδ᾽ ἐβούλευσας Fa: τῷδε βουλεύσας Fl V) μόρον,[*](Post 1635 transponit vv. 1643–8 Heimsoeth)
  3. δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αἴγισθος
  1. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς:
  2. ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ[*](ἦ Porson: ἢ codd.) παλαιγενής.
  3. ἐκ τῶν δὲ[*](τῶν δὲ Jacob: τῶνδε codd.) τοῦδε χρημάτων πειράσομαι
  4. ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα
  5. ζεύξω βαρείαις οὔτι μοι[*](μοι Pauw: μὴ codd.) σειραφόρον
  6. κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ[*](δυσφιλεῖ σκότῳ Scaliger: δυσφιλὴς κότῳ codd.)
  7. λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
Χορός
  1. τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
  2. οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν[*](νιν Spanheim: σὺν codd.) γυνὴ[*](Post 1649 versum excidisse indicat Hermann)
  3. χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
  4. ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,
  5. ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
  6. ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
Αἴγισθος
  1. ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.
  2. εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.[*](Aegistho dat Stanley; choro codd.)