Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰδόντα[*](ἰδόντι Fa) τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Χορός
  1. Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν[*](κακοῖσιν] καμοῦσιν Porson) οὐ σέβω.
  2. σὺ δ᾽ ἄνδρα τόνδε φῂς[*](τόνδε φῂς Pauw: τόνδ᾽ ἔφης codd.) ἑκὼν κατακτανεῖν,
  3. μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον:
  4. οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
  5. δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
Αἴγισθος
  1. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
  2. κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
  3. γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
  4. τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
  5. δεσμὸς[*](δεσμὸς Fa: δεσμὸν Fl V) δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
  6. δύαι διδάσκειν ἐξοχώταται φρενῶν
  7. ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
  8. πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας[*](παίσας (ex schol. ad Pind. Pyth. ii) Hermann: πήσας codd.) μογῇς.
Χορός
  1. γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων[*](μένων Wieseler: νέον codd.)
  2. οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνας[*](αἰσχύνας Wiesler: αἰσχύνουσ᾽ codd.) ἅμα
  3. ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;
Αἴγισθος
  1. καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
  2. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
  3. ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,