Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
Αἴγισθος
  1. ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
Χορός
  1. δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα.[*](αἱρούμεθα Auratus: ἐρούμεθα codd.)
Κλυταιμήστρα
  1. μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν[*](δράσωμεν Victorius: δράσομεν codd.) κακά.
  2. ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος:[*](θέρος Schütz: ὁ ἔρως codd.)
  3. πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει:[*](ὑπάρχει Scaliger: ὕπαρχε codd.) μηδὲν αἱματώμεθα.[*](αἱματώμεθα Jacob: ἡματώμεθα codd.)
  4. στεῖχε καὶ σὺ χοἰ[*](στεῖχε καὶ σὺ χοἰ Franz: στείχετε δ᾽ οἱ codd.) γέροντες πρὸς δόμους πεπρωμένους[*](τούσδε seclusit Auratus)
  5. [τούσδε],
  6. πρὶν παθεῖν ἔρξαντες: ἀρκεῖν[*](ἔρξαντες: ἀρκεῖν Hermann: ἔρξαντες καιρὸν Fl: ἔρξαντα καιρὸν V Fa) χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽[*](δεχοίμεθ᾽ Martin: γ᾽ ἐχοίμεθ᾽ codd.) ἄν,
  7. δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
  8. ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
Αἴγισθος
  1. ἀλλὰ τούσδ᾽ ἐμοὶ[*](τούσδ᾽ ἐμοὶ Voss: τούσδε μοι codd.) ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
  2. κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος[*](δαίμονος Casaubon: δαίμονας codd.) πειρωμένους,
  3. σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν[*](ἁμαρτεῖν τὸν Casaubon: ἁμαρτῆτον Fl Fa) κρατοῦντά <θ᾽ ὑβρίσαι>.[*](θ᾽ ὑβρίσαι add. Blomfield)
Χορός
  1. οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
Αἴγισθος
  1. ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
Χορός
  1. οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.
Αἴγισθος
  1. οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
Χορός
  1. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
Αἴγισθος
  1. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.