Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. [Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως,][*](αὐτοῦ et Ἀτρεύς ... φίλως seclusit Schütz) πατρὶ
  2. τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
  3. δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
  4. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
  5. ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενος[*](fortasse καθημένοις Hermann)
  6. ἄσημ᾽: ὁ δ᾽[*](ἄσημ᾽: ὁ δ᾽ Dindorf: ἄσημα δ᾽ codd.) αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
  7. ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
  8. κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
  9. ᾤμωξεν, ἀμπίπτει[*](ἀμπίπτει Canter: ἄν, πίπτει codd.) δ᾽ ἀπὸ σφαγὴν[*](σφαγὴν Auratus: σφαγῆς codd.) ἐρῶν,
  10. μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
  11. λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
  12. οὕτως ὀλέσθαι[*](ὀλέσθαι Porson: ὀλέσθη codd.) πᾶν τὸ Πλεισθένους γένος.
  13. ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
  14. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
  15. τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ[*](δυσαθλίῳ Schömann: δέκ᾽ ἀθλίῳ codd.: αὐτὸν ὄντα μ᾽ ἀθλίῳ Wecklein) πατρὶ
  16. συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:
  17. τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.
  18. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
  19. πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
  20. οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,