Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
- φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
- θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
- ἰδὼν ὑφαντοῖς ἐν πέπλοις[*](πέπλοις] πάγαις Nauck) Ἐρινύων
- τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
- χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
- Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
- πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
- αὑτοῦ δ᾽[*](αὑτοῦ δ᾽ Elmsley: αὐτοῦ τ᾽ codd.) ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
- ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
- καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
- τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
- τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον.
- [αὐτοῦ] ξένια δὲ τοῦδε δύσθεος πατὴρ