Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν[*](μέλημ᾽ ἀλέγειν Karsten: μέλημα λέγειν codd.)[*](post 1554 duo versus excidisse indicavit Hermann)
  2. τοῦτο: πρὸς ἡμῶν
  3. κάππεσε, κάτθανε, καὶ καταθάψομεν
  4. οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,..
  5. ἀλλ᾽ Ἰφιγένειά νιν[*](Ἰφιγένειά νιν Auratus: Ἰφιγένειαν ἵν᾽ codd.) ἀσπασίως
  6. θυγάτηρ, ὡς χρή,
  7. πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
  8. πόρθμευμ᾽ ἀχέων
  9. περὶ χεῖρε[*](χεῖρε Porson: χεῖρα codd.) βαλοῦσα φιλήσει.
Χορός
  1. ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.
  2. δύσμαχα δ᾽ ἔστι κρῖναι.
  3. φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
  4. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ[*](θρόνῳ Schütz: χρόνῳ codd.) Διὸς
  5. παθεῖν τὸν ἔρξαντα: θέσμιον γάρ.
  6. τίς ἂν γονὰν ἀραῖον[*](ἀραῖον Hermann: ῥᾷον codd.) ἐκβάλοι δόμων;
  7. κεκόλληται γένος πρὸς ἄτᾳ.[*](πρὸς ἄτᾳ Blomfield: προσάψαι codd.)[*](Post 1566 iterat vv. 1537–50 Burney)
Κλυταιμήστρα
  1. ἐς τόνδ᾽ ἐνέβη ξὺν ἀληθείᾳ
  2. χρησμός.[*](χρησμός Casaubon: χρησμόν codd.) ἐγὼ δ᾽ οὖν
  3. ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
  4. ὅρκους θεμένη τάδε μὲν στέργειν,