Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
  2. ξιφοδηλήτῳ, θανάτῳ τίσας ἅπερ ἦρξεν.[*](ἔρξεν Spanheim)
Χορός
  1. ἀμηχανῶ φροντίδος στερηθεὶς
  2. εὐπάλαμον μέριμναν
  3. ὅπα τράπωμαι, πίτνοντος οἴκου.
  4. δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
  5. τὸν αἱματηρόν: ψακὰς δὲ λήγει.
  6. δίκην[*](δίκην Auratus: δίκη codd.) δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει[*](θηγάνει Hermann: θήγει codd. [fort. Δίκα δ᾽ ... θηγάναις μάχαιραν Musgrave]) βλάβης
  7. πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
Χορός
  1. ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,
  2. πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
  3. δροίτας κατέχοντα χαμεύνην.
  4. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
  5. ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽
  6. ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
  7. ψυχῇ τ᾽[*](ψυχῇ τ᾽ E.A.I. Ahrens: ψυχὴν codd.) ἄχαριν χάριν ἀντ᾽ ἔργων
  8. μεγάλων ἀδίκως ἐπικρᾶναι;
  9. τίς δ᾽ ἐπιτύμβιον αἶνον[*](ἐπιτύμβιον αἶνον Voss: ἐπιτύμβιος αἶνος codd.) ἐπ᾽ ἀνδρὶ θείῳ
  10. σὺν δακρύοις ἰάπτων
  11. ἀλαθείᾳ φρενῶν πονήσει;