Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
  2. βιάζεται δ᾽ ὁμοσπόροις
  3. ἐπιρροαῖσιν αἱμάτων
  4. μέλας Ἄρης, ὅποι δίκαν[*](δίκαν Scholefield: δίκην Butler: δὲ καὶ codd.) προβαίνων[*](προβαίνων Canter: προσβαίνων codd.)
  5. πάχνᾳ κουροβόρῳ παρέξει.
Χορός
  1. ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
  2. πῶς σε δακρύσω;
  3. φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
  4. κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
  5. ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
  6. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
  7. δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>
  8. ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμήστρα
  1. [οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
  2. τῷδε γενέσθαι.][*](seclusit Seidler)
  3. οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
  4. οἴκοισιν ἔθηκ᾽;
  5. ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,
  6. τὴν πολυκλαύτην[*](πολυκλαύτην Porson: πολύκλαυτόν τ᾽ codd.) Ἰφιγενείαν,
  7. ἄξια[*](ἄξια ante δράσας Hermann: ἀνάξια codd.) δράσας ἄξια πάσχων