Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
Χορός
  1. ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
  2. πῶς σε δακρύσω;
  3. φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
  4. κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
  5. ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
  6. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
  7. δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>[*](δάμαρτος add. Enger: idem 1519)
  8. ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμήστρα
  1. αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν:
  2. μηδ᾽ ἐπιλεχθῇς[*](ἐπιλέξῃς Voss)
  3. Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.
  4. φανταζόμενος δὲ γυναικὶ νεκροῦ
  5. τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
  6. Ἀτρέως χαλεποῦ θοινατῆρος
  7. τόνδ᾽ ἀπέτισεν,
  8. τέλεον νεαροῖς ἐπιθύσας.
Χορός
  1. ὡς μὲν ἀναίτιος εἶ
  2. τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
  3. πῶ πῶ; πατρόθεν δὲ συλλή-