Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λίβος[*](λίβος Casaubon: λίπος codd.) ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπει:[*](ἐμπρέπει Auratus: εὖ πρέπει codd.)
  2. ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
  3. τύμμα τύμματι[*](τύμματι Voss: τύμμα iterum codd.) τῖσαι.
Κλυταιμήστρα
  1. καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν:
  2. μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
  3. Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ,
  4. οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
  5. ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς[*](ἐμῆς Porson: ἐμὰς codd.)
  6. Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
  7. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
  8. κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
  9. Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ:
  10. ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
  11. καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
  12. πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
  13. ἰσοτριβής.[*](ἰσοτριβής Pauw: ἱστοτριβής codd.) ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
  14. ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
  15. τὸν ὕστατον μέλψασα θανάσιμον γόον
  16. κεῖται φιλήτωρ τῷδ᾽,[*](τῷδ᾽ Hermann: τοῦδ᾽ codd.) ἐμοὶ δ᾽ ἐπήγαγεν
  17. εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.