Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἢ ποτὸν πασαμένα ῥυτᾶς[*](ῥυτᾶς Stanley: ῥυσᾶς codd.) ἐξ ἁλὸς ὄρμενον[*](ὄρμενον Abresch: ὁρώμενον Fl V: ὀρώμενον Fa)
  2. τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς;
  3. ἀπέδικες ἀπέταμές <τ᾽:>[*](τ᾽: add. Kennedy) ἀπόπολις[*](ἀπόπολις Seidler: ἄπολις codd.) δ᾽ ἔσει
  4. μῖσος ὄβριμον ἀστοῖς.
Κλυταιμήστρα
  1. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
  2. καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,
  3. οὐδὲν τότ᾽[*](τότ᾽ Voss: τόδ᾽ codd.) ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων:
  4. ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
  5. μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
  6. ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
  7. ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.[*](ἀημάτων Canter: τελημμάτων codd.)
  8. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν[*](χρῆν Porson: χρή codd.) σ᾽ ἀνδρηλατεῖν,
  9. μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν
  10. ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
  11. τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
  12. ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
  13. ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
  14. γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
Χορός
  1. μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες:
  2. ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται: