Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών:
  2. κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
  3. βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
  4. χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
  5. γάνει[*](διοσδότῳ γάνει Porson: Διὸς νότῳ γᾶν εἰ codd.) σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
  6. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
  7. χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.
  8. εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,
  9. τῷδ᾽[*](τῷδ᾽ Tyrwhitt: τάδ᾽ codd.) ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
  10. τοσόνδε[*](τοσόνδε Blomfield: τοσῶνδε codd.) κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
  11. πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
Χορός
  1. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
  2. ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.
Κλυταιμήστρα
  1. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος:
  2. ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
  3. λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις
  4. ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
  5. πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς
  6. ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.
Χορός
  1. τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν