Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- 12. σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι[*](θυμοῦσθαι E. A. I. Ahrens: μυθοῦσθαι codd.) πέρι:
- τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.
- ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
- τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
- πολλῶν πάροιθεν καιρίως εἰρημένων
- τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
- πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
- δοκοῦσιν εἶναι, πημονῆς[*](πημονῆς Auratus: πημονὴν codd. ἀρκύστατ᾽ ἂν Elmsley: ἀρκύστατον codd.) ἀρκύστατ᾽ ἂν
- φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
- ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι
- νείκης[*](νείκης Heath: νίκης codd.) παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν:
- ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις.
- οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι:
- ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,
- ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
- περιστιχίζω,[*](περιστιχίζω Fa: περιστιχίζων V: περιστοιχίζων Fl) πλοῦτον εἵματος κακόν.
- παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν[*](οἰμωγμάτοιν Elmsley: οἰμώγμασιν codd.)
- μεθῆκεν αὐτοῦ κῶλα: καὶ πεπτωκότι
- τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
- Ἅιδου[*](Ἅιδου] Διὸς Enger) νεκρῶν σωτῆρος εὐκταίαν χάριν.