Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. 2. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
  2. πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.—
  3. 3. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
  4. καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
  5. 4. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
  6. ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—
  7. 5. ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς
  8. τυραννίδος σημεῖα πράσσοντες πόλει.—
  9. 6. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς[*](τῆς μελλοῦς Tryho: τῆς μελλούσης Fl V: μελλούσης Fa) κλέος
  10. πέδοι[*](πέδοι Hermann: πέδον codd.) πατοῦντες οὐ καθεύδουσιν χερί.—
  11. 7. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
  12. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
  13. 8. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ
  14. λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—
  15. 9. ἦ καὶ βίον τείνοντες[*](τείνοντες Canter: κτείνοντες codd.) ὧδ᾽ ὑπείξομεν
  16. δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—
  17. 10. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ:[*](κρατεῖ Casaubon: κράτει codd.)
  18. πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
  19. 11. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
  20. μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—