Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
- πᾶσι βροτοῖσιν:[*](βροτοῖσιν Pauw: βροτοῖς codd.) δακτυλοδείκτων δ᾽
- οὔτις ἀπειπὼν εἴργει μελάθρων,
- μηκέτ᾽ ἐσέλθῃς,[*](μηκέτ᾽ ἐσέλθῃς Hermann: μηκέτι δ᾽ εἰσέλθῃς codd.) τάδε φωνῶν.
- καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
- μάκαρες Πριάμου:
- θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει.
- νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσῃ[*](ἀποτίσει codd.: scripsi ἀποτίσῃ)
- καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
- ποινὰς θανάτων ἐπικράνῃ,[*](ἐπικρανεῖ codd.: scripsi ἐπικράνῃ)
- τίς ἂν εὔξαιτο βροτὸς ὢν[*](βροτὸς ὢν Bothe: βροτῶν codd.) ἀσινεῖ
- δαίμονι φῦναι τάδ᾽ ἀκούων;
- ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
- σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
- ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.