Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
Κασάνδρα
  1. φόνον[*](φόβον codd., sed ν supra scripto Fa) δόμοι πνέουσιν αἱματοσταγῆ.
Χορός
  1. καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.
Κασάνδρα
  1. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.
Χορός
  1. οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
Κασάνδρα
  1. ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν
  2. Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
  3. ἰὼ ξένοι.
  4. οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
  5. ἄλλως:[*](ἄλλως: Hermann: ἀλλ᾽ ὡς codd.) θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
  6. ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,
  7. ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
  8. ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.
Χορός
  1. ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου.
Κασάνδρα
  1. ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ[*](οὐ Hermann: ἢ codd.) θρῆνον θέλω
  2. ἐμὸν τὸν αὐτῆς. ἡλίου[*](ἡλίου Jacob: ἡλίῳ codd.) δ᾽ ἐπεύχομαι
  3. πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροις[*](fort. τοὺς ἐμοὺς τιμαόρους (Karsten) δίκην φονεῦσι (Gilbert))
  4. ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†
  5. δούλης θανούσης, εὐμαροῦς χειρώματος.
  6. ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν