Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον[*](εἷλον Musgrave: εἶχον codd.) πόλιν
  2. οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
  3. ἰοῦσα πράξω:[*](πράξω:] fortasse κἀγὼ Heath) τλήσομαι τὸ κατθανεῖν.
  4. Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ[*](τάσδ᾽ ἐγὼ Auratus: τὰς λέγω codd.) προσεννέπω:
  5. ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
  6. ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
  7. ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
Χορός
  1. ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ[*](δ᾽ αὖ Fa: δὲ Fl V) σοφὴ
  2. γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
  3. μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
  4. βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασάνδρα
  1. οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον[*](χρόνον Hermann: χρόνῳ codd.) πλέω.
Χορός
  1. ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
Κασάνδρα
  1. ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ.
Χορός
  1. ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.
Κασάνδρα
  1. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.[*](transponit Heath)
Χορός
  1. ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασάνδρα
  1. ἰὼ πάτερ σοῦ τῶν[*](σῶν Auratus) τε γενναίων τέκνων.
Χορός
  1. τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;
Κασάνδρα
  1. φεῦ φεῦ.