Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄλλην τιν᾽ ἄτης[*](ἄτης Stanley: ἄτην codd.) ἀντ᾽ ἐμοῦ πλουτίζετε.
  2. ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
  3. χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
  4. κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα[*](μέγα Hermann: μετὰ codd.)
  5. φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην—
  6. καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
  7. πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
  8. καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
  9. ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
  10. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον[*](ἀντεπίξηνον codd.) μένει,
  11. θερμῷ κοπείσης φοινίῳ[*](φοίνιον C. G. Haupt) προσφάγματι.
  12. οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
  13. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
  14. μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:
  15. φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
  16. κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:
  17. ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,[*](post 1290 codd.: huc transtulit Hermann)
  18. πράξειν[*](πράξειν Schömann: ἄξειν codd.) νιν[*](νιν V Fa: νυν Fl) ὑπτίασμα κειμένου πατρός.
  19. τί δῆτ᾽ ἐγὼ κάτοικτος[*](κάτοικτος Scaliger: κάτοικος codd.) ὧδ᾽ ἀναστένω;
  20. ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν