Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
Χορός
  1. οὔκ, εἴπερ ἔσται[*](εἴπερ ἔσται Schütz: εἰ πάρεσται codd.) γ᾽: ἀλλὰ μὴ γένοιτό πως.
Κασάνδρα
  1. σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
Χορός
  1. τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος[*](ἄγος Auratus) πορσύνεται;
Κασάνδρα
  1. ἦ κάρτα τἄρ᾽[*](κάρτα τἄρα Hartung: κάρτ᾽ ἄρ᾽ ἂν codd.: scripsi τἄρ᾽ ἂν) ἂν παρεκόπης[*](παρεκόπης Hartung: παρεσκόπεις codd.) χρησμῶν ἐμῶν.
Χορός
  1. τοὺς γὰρ τελοῦντας[*](τοὺς ... τελοῦντας Heimsoeth: τοῦ ... τελοῦντος codd.) οὐ ξυνῆκα μηχανήν.
Κασάνδρα
  1. καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
Χορός
  1. καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ[*](δυσμαθῆ Stephanus: δυσπαθῆ codd.) δ᾽ ὅμως.
Κασάνδρα
  1. παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.
  2. ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
  3. αὕτη δίπους[*](δίπους Victorius: δίπλους codd.) λέαινα συγκοιμωμένη
  4. λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
  5. κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον
  6. τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν[*](ἐνθήσει, ν post addito, Fa: ἐνθήσει Fl V) κότῳ[*](ποτῷ Auratus)
  7. ἐπεύχεται θήγουσα φωτὶ φάσγανον
  8. ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον.
  9. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
  10. καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
  11. σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
  12. ἴτ᾽ ἐς φθόρον: πεσόντα θ᾽ ὧδ᾽[*](πεσόντα θ᾽ ὧδ᾽ Verrall: πεσόντ᾽: ἀγαθὼ δ᾽ codd.: πεσόντ᾽: ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι Hermann) ἀμείψομαι.