Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ οἶδεν οἵα[*](οἵα Herwerden: οἷα codd.) γλῶσσα μισητῆς κυνὸς
- λείξασα[*](λείξασα Tyrwhitt, κἀκτείνασα Canter, φαιδρὸν οὖς H. L. Ahrens: λέξασα καὶ κτείνασα φαιδρόνους codd.) κἀκτείνασα φαιδρὸν οὖς, δίκην
- ἄτης λαθραίου, †τεύξεται[*](fort. δήξεται Madvig) κακῇ τύχῃ.
- τοιᾷδε τόλμῃ[*](τοιᾷδε τόλμῃ Karsten: τοιάδε τολμᾶ Fl V) θῆλυς ἄρσενος φονεὺς
- ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
- τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
- οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
- θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη[*](Ἄρη Porson: ἀρὰν codd.)
- φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
- ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
- δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
- καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ;
- τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν[*](μ᾽ ἐν Auratus: μὴν codd.) τάχει παρὼν
- ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς.
- τὴν μὲν Θυέστου δαῖτα παιδείων[*](παιδείων Schütz: παιδίων codd.) κρεῶν
- ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
- κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
- τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
- Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
- εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.