Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ξυναινέσασα Λοξίαν ἐψευσάμην.
- ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
- ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.
- πῶς δῆτ᾽ ἄνατος[*](ἄνατος Canter: ἄνακτος codd.) ἦσθα Λοξίου κότῳ;
- ἔπειθον οὐδέν᾽ οὐδέν,[*](οὐδέν᾽ οὐδέν Canter: οὐδὲν bis codd.) ὡς τάδ᾽ ἤμπλακον.
- ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
- ἰοὺ ἰού, ὢ ὢ κακά.
- ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
- στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις.>.[*](δυσφροιμίοις add. Hermann: ἐφημένους (e proximo versu) codd. eiciendum)[*](ὢ ὢ κακά ex 1214 ingeniose transtulit Weil)
- ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
- νέους, ὀνείρων προσφερεῖς μορφώμασι;
- παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
- χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
- σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
- πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
- ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ
- λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
- οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
- ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:
- νεῶν δ᾽ ἔπαρχος[*](δ᾽ Voss, ἔπαρχος Canter: τ᾽ ἄπαρχος codd.) Ἰλίου τ᾽ ἀναστάτης