Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους[*](λήμασιν ἴσους Dindorf: λήμασι δισσοὺς codd.)
  2. Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
  3. πομπούς τ᾽ ἀρχάς:
  4. οὕτω δ᾽ εἶπε τερᾴζων:
  5. “ʽχρόνῳ μὲν ἀγρεῖ
  6. Πριάμου πόλιν ἅδε κέλευθος,
  7. πάντα δὲ πύργων
  8. κτήνη †πρόσθε τὰ[*](πρόσθε τὰ Fl Fa: προσθετὰ M: utrumque suspectum) δημιοπληθῆ
  9. Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον:
  10. οἶον μή τις ἄγα θεόθεν κνεφά-
  11. σῃ προτυπὲν στόμιον μέγα Τροίας
  12. στρατωθέν. οἴκτῳ[*](οἴκτῳ Scaliger: οἴκῳ codd.) γὰρ ἐπί-
  13. φθονος Ἄρτεμις ἁγνὰ
  14. πτανοῖσιν κυσὶ πατρὸς
  15. αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι:
  16. στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
  17. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Χορός
  1. “τόσον περ εὔφρων, καλά,
  2. δρόσοισι λεπτοῖς[*](δρόσοισι λεπτοῖς Wellauer: δρόσοισιν ἀέλπτοις M: δ. ἀέπτοις B Fl) μαλερῶν λεόντων[*](fortasse ἄλπνοις Wecklein)
  3. πάντων τ᾽ ἀγρονόμων φιλομάστοις