Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,
- βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
- δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
- ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
- πρώταρχον[*](πρώταρχον Fa: πρώταρχος Fl V) ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν
- εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
- ἥμαρτον, ἢ θηρῶ[*](θηρῶ Canter: τηρῶ codd.: κυρῶ H. L. Ahrens) τι τοξότης τις ὥς;
- ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
- ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι
- λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
- μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.
- μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;[*](in codd. post 1204: correxit Hermann)
- προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
- ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
- ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.
- ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην[*](ἠλθέτην Elmsley: ἤλθετον codd.) νόμῳ;