Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἰὼ πρόπυργοι θυσίαι πατρὸς
- πολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽
- οὐδὲν ἐπήρκεσαν
- τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
- †ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐμπέδῳ βαλῶ†.[*](fortasse ἐγὼ δὲ θερμὴν οὐ στάγ᾽ ἐν πέδῳ βαλῶ; Miller)
- ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
- καί τίς σε κακοφρονῶν[*](κακοφρονῶν Schütz: κακοφρονεῖν codd.) τίθη-
- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
- μελίζειν πάθη γοερὰ θανατοφόρα.
- τέρμα δ᾽ ἀμηχανῶ.
- καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
- ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην:
- λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
- πνέων ἐσᾴξειν,[*](ἐσᾴξειν Bothe: ἐς ἥξειν codd.) ὥστε κύματος δίκην
- κλύζειν[*](κλύζειν Auratus: κλύειν codd.) πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
- μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
- καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
- ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
- τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
- σύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει.