Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- θεοὶ γλυκύν τ᾽ αἰῶνα[*](αἰῶνα m: ἀγῶνα codd.) κλαυμάτων ἄτερ:
- ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
- πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις
- ματαίους δύας,
- τὰ δ᾽ ἐπίφοβα[*](ἐπίφοβα M: ἐπὶ φόβῳ m recc.) δυσφάτῳ κλαγγᾷ
- μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
- πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
- κακορρήμονας;
- τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
- νεόγονος ἂν ἀίων[*](νεόγονος ἂν ἀίων Karsten: νεογνὸς ἀνθρώπων codd.) μάθοι.
- πέπληγμαι δ᾽ ὑπαὶ[*](ὑπαὶ Fa: ὑπὸ Fl V δάκει Hermann: δήγματι codd.) δάκει φοινίῳ
- δυσαλγεῖ[*](δυσαλγεῖ Canter: δυσαγγεῖ codd.) τύχᾳ μινυρὰ [κακὰ][*](κακὰ seclusit Schütz) θρεομένας,
- θραύματ᾽[*](θραύματ᾽ Fl V: θαύματ᾽ Fa: θραῦμα δ᾽ Enger) ἐμοὶ κλύειν.
- ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας[*](ὀλομένας Casaubon: ὀλωμένας Fl V: ὀλουμένας Fa) τὸ πᾶν.