Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τύπτει: πίτνει δ᾽ <ἐν>[*](ἐν add. Schütz) ἐνύδρῳ τεύχει.[*](τεύχει] κύτει Blomfield)
  2. δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορός
  1. οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
  2. εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
  3. ἀπὸ δὲ θεσφάτων τίς[*](τίς recc.: τις M) ἀγαθὰ φάτις
  4. βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ[*](διαὶ Hermann: διὰ M)
  5. πολυεπεῖς τέχναι θεσπιῳδὸν
  6. φόβον φέρουσιν[*](φέρουσιν Fa: φέρουσι cett. codd.) μαθεῖν.
Κασάνδρα
  1. ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι:
  2. τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι.[*](ἐπεγχέαι anonymus: ἐπεγχέασα codd.)
  3. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
  4. οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
Χορός
  1. φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
  2. φὶ δ᾽ αὑτᾶς θροεῖς
  3. νόμον ἄνομον, οἷά[*](οἷα recc.: οἵα M) τις ξουθὰ
  4. ἀκόρετος[*](ἀκόρετος Aldina: ἀκόρεστος codd.) βοᾶς,[*](βοᾶς recc.: βοαῖς M) φεῦ, ταλαίναις φρεσὶν
  5. Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς
  6. ἀηδὼν βίον.
Κασάνδρα
  1. ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος:[*](μόρον ἀηδόνος Hermann: ἀηδόνος μόρον codd.)
  2. περίβαλον γάρ[*](περίβαλον γὰρ Blomfield: περεβάλοντο γὰρ M) οἱ πτεροφόρον δέμας