Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὸν ὁμοδέμνιον πόσιν
  2. λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
  3. τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ
  4. χερὸς ὀρέγματα.[*](ὀρέγματα Hermann: ὀρεγόμενα M: ὀρεγμένα recc.)
Χορός
  1. οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων
  2. ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κασάνδρα
  1. ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
  2. ἦ δίκτυόν τι [γ᾽][*](τί γ᾽ codd.: γ᾽ seclusit Dindorf) Ἅιδου;[*](Ἅιδου Schütz: ἀί:δου codd.)
  3. ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
  4. φόνου. στάσις δ᾽ ἀκόρετος[*](ἀκόρετος Bothe: ἀκόρεστος codd.) γένει
  5. κατολολυξάτω θύματος λευσίμου.
Χορός
  1. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει
  2. ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
  3. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
  4. σταγών, ἅτε καιρία[*](καιρία Dindorf: καὶ δορία M) πτώσιμος
  5. ξυνανύτει βίου δύντος αὐγαῖς.
  6. ταχεῖα δ᾽ ἄτα πέλει.
Κασάνδρα
  1. ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς
  2. τὸν ταῦρον: ἐν πέπλοισι
  3. μελαγκέρῳ[*](μελάγκερων in μελαγκέρωι mutatum, ν iterum suprascripto M) λαβοῦσα μηχανήματι