Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
  2. ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
Κασάνδρα
  1. μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
  2. αὐτόφονα κακὰ καὶ ἀρτάνας,[*](καὶ ἀρτάνας Lachmann: κἀρτάναι M: κἀρτάνας Fa)
  3. ἀνδρὸς σφαγεῖον[*](σφαγεῖον Turnebus: σφάγιον codd.) καὶ πέδον ῥαντήριον.
Χορός
  1. ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
  2. εἶναι, ματεύει[*](ματεύει Fl Fa: μαντεύει M) δ᾽ ὧν ἀνευρήσει[*](ἀνευρήσει Porson: ἂν εὑρήση M) φόνον.
Κασάνδρα
  1. μαρτυρίοισι[*](μαρτυρίοισι Pauw: μαρτυρίοις codd.) γὰρ τοῖσδ᾽[*](τοῖσδ᾽ ἐπιπείθομαι Abresch: τοῖσδε πεπείθομαι codd.) ἐπιπείθομαι:
  2. κλαιόμενα τάδε βρέφη σφαγάς,
  3. ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορός
  1. ἦμεν[*](ἦμην M (ἦμεν supra scr.)) κλέος σοῦ μαντικὸν πεπυσμένοι:
  2. τούτων[*](τούτων Weil: ἠμὲν M) προφήτας δ᾽ οὔτινας ματεύομεν.[*](ματεύομεν Schütz: μαστεύομεν codd.)
Κασάνδρα
  1. ἰὼ πόποι, τί ποτε μήδεται;
  2. τί τόδε νέον ἄχος μέγα
  3. μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
  4. ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
  5. ἑκὰς ἀποστατεῖ.
Χορός
  1. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
  2. ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
Κασάνδρα
  1. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,