Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.[*](testatur M)
- ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
- ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
- εἴκουσ᾽[*](εἴκουσ᾽ Robortello: ἑκοῦσ᾽ codd.) ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
- ὀτοτοτοτοῖ πόποι δᾶ.
- ὦπολλον ὦπολλον.
- τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
- οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
- ὀτοτοτοτοῖ πόποι δᾶ.
- ὦπολλον ὦπολλον.
- ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
- οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
- Ἄπολλον Ἄπολλον
- ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
- ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
- χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
- μένει τὸ θεῖον δουλίᾳ περ ἐν[*](περ ἐν Schütz: παρ᾽ ἓν M) φρενί.
- Ἄπολλον Ἄπολλον
- ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
- ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;