Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐντός δ᾽ ἁλοῦσα[*](ἁλοῦσα C. G. Haupt: ἂν οὖσα codd.) μορσίμων ἀγρευμάτων
- πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως.
- ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
- ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
- ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
- ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
- πιθοῦ[*](πείθου codd.) λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
- οὔτοι θυραίᾳ[*](θυραίᾳ Casaubon: θυραίαν codd.) τῇδ᾽[*](τῇδ᾽ Musgrave: τήνδ᾽ codd.) ἐμοὶ σχολὴ πάρα
- τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
- ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός,
- ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
- σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
- εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον,
- σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
- ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
- δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
- ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
- ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
- ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
- πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.