Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἶργε μὴ πλέον φέρειν,
  2. προφθάσασα καρδία
  3. γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
  4. νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει
  5. θυμαλγής τε καὶ οὐδὲν ἐπελ-
  6. πομένα ποτὲ καίριον ἐκτολυπεύσειν
  7. ζωπυρουμένας φρενός.
Κλυταιμήστρα
  1. εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
  2. ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
  3. κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ
  4. δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:
  5. ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.
  6. καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ
  7. πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.[*](δουλίας μάζης τυχεῖν Enger: δουλείας μάζης βία Fl: καὶ ζυγῶν θιγεῖν βίᾳ Fa)
  8. εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι[*](ἐπιρρέπει Fa) τύχης,
  9. ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
  10. οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
  11. ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
  12. ἕξεις[*](ἕξεις Auratus: ἔχεις codd.) παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.
Χορός
  1. σοί τοι λέγουσα παύεται σαφῆ λόγον.